Ο στρατηγός Κρηνίτης Αροτράς καλεί σε γεύμα τον όσιο Λουκά και τον προσβάλλει με την συμπεριφορά του (Βίος οσίου Λουκά, σελ. 201-2):
τὰ δὲ κατὰ τὸν ἐπιφανῆ καὶ περίβλεπτον Κρηνίτην πῶς ἄν τις μὴ γραφῇ καὶ μνήμῃ παραδούς, ἢ φθόνου καὶ κακίας ἢ ραθυμίας ἐκφύγῃ γραφήν καὶ αὐτὸς γὰρ ὁμοίως τὴν τῆς Ἑλλάδος ἀρχὴν πιστευθεὶς καὶ πρὸς αὐτὴν ἀπιών, ἐπεὶ τῇ Λαρίσῃ προσήγγισε, τῶν περὶ τοῦ ἁγίου διηγημάτων, ἢ θαυμάτων μᾶλλον εἰπεῖν, τὰ ὦτα ὑποπλησθείς, εἰς ἔρωτα ἦλθε τῆς ἐκείνου θέας καὶ ὁμιλίας. ὡς οὖν ἤδη περὶ τὰς Θήβας ἦν, αὐτίκα πρὸς αὐτὸν ἐκπέμψας, μετεκαλεῖτο. καὶ ὃς οὐδὲν ὑπερθέμενος, τῷ πεμφθέντι συνηκολούθει. εὑρίσκει τοιγαροῦν ἐπὶ τραπέζης ἁβρᾶς αὐτὸν ἀνακεκλιμένον, ἐπεὶ καὶ αρίστου καιρὸς ἦν. εῖτα μαθόντος ἐκείνου καὶ ἐπιτρέψαντος, εἴσεσι καὶ αὐτὸς καὶ εἷς τῶν ἑστιωμένων γίνεται καὶ αναστᾶσι συνανίσταται καὶ ὑποστροφῆς ἅπτεται, μηδὲ λόγου βραχέος, οὕτω συμβάν, παρὰ τοῦ θερμῶς λίαν καλέσαντος καταξιωθείς. λύπη τὸν ἅγιον ἐν τούτῳ κατέσχεν οὐχ ὑπὲρ ἑαυτοῦ (τίς γὰρ τούτου μᾶλλον ἐραστῆς ἀδοξίας), ἀλλ' ὑπὲρ ἐκείνου καὶ τοῦ σεβασμίου τῶν μοναχῶν σχήματος καὶ ὀνόματος, οὕτως ἐπ' αὐτῷ περιφρονουμένου. ἀξιὼν τοίνυν πρός τινα τῶν τῷ στρατηγῷ διακονουμένων, «οὕτως ὄναιο» φησί «ζωῆς τε καὶ σωτηρίας, μηδὲν ὅλως ὑποσταλείς, ἀπάγγειλον τάδε τῷ στρατηγῷ· τί δήποτε τὸ κελλίον ἀπολιπόντα με τὸ ἐμὸν παρεσκευάσας ἐνταῦθα καταλαβεῖν τί δὲ μοι κόπων τοσούτων πρόξενος ἐπὶ ματαίῳ κατέστης τί δὲ εἰς τὴν πόλιν ἐλθεῖν τὸν φιλέρημον κατηναγκάσας οὐ λόγου με κατηξίωσας, οὐκ ἀσπασμοῦ μετέδωκας, οὐκ ἄλλο τι ἔδρασας, ὧν ἔδει φιλάρετον ἄνδρα καὶ ποσῶς εὐλαβείας μεταποιούμενον δρᾶν· ἢ τάχα με τοῦτο μόνον ὡς τρυφῆς ἐφιέμενον κοινωνῆσαι τραπέζης σοι παρεσκεύασας τίσι δὲ καὶ λόγοις ἐδεξιώσω πνευματικοῖς ἐν ταύτῃ σου τῇ τραπέζῃ ποίᾳ τῶν ἐπωφελῶν ἀναγνώσεων ἡμᾶς ηὔφρανας, ὅτι μᾶλλον γελώτων ἔπλησας καὶ ανειμένης εὐτραπελίας οἷον [σ. 202] δὲ καὶ σαυτὸν ἐπέδωκας τοῖς ἑστιωμένοις, οὐκ ἐπὶ θρόνου τινός, οὐκ ἐπὶ κλίνης, οὐκ ἐπ' ἄλλου του καθεζόμενον εὐσχημόνως, ἀλλ' ἐπὶ στρωμνῆς ὕπτιον ἀνακείμενον...
|