Πλούταρχος, Βίοι Παράλληλοι, Αντώνιος 68.7-8
ὁ γοῦν πρόπαππος ἡμῶν Νίκαρχος διηγεῖτο τοὺς πολίτας ἅπαντας ἀναγκάζεσθαι τοῖς ὤμοις καταφέρειν μέτρημα πυρῶν τεταγμένον ἐπὶ τὴν πρὸς Ἀντίκυραν θάλασσαν, ὑπὸ μαστίγων ἐπιταχυνομένους• καὶ μίαν μὲν οὕτω φορὰν ἐνεγκεῖν, τὴν δὲ δευτέραν ἤδη μεμετρημένοις καὶ μέλλουσιν αἴρεσθαι νενικημένον Ἀντώνιον ἀγγελῆναι, καὶ τοῦτο διασῶσαι τὴν πόλιν• εὐθὺς γὰρ τῶν Ἀντωνίου διοικητῶν καὶ στρατιωτῶν φυγόντων, διανείμασθαι τὸν σῖτον αὐτούς.
|