1. Παυσανίας, Ελλάδος Περιήγησις, Βοιωτικά, ΙΧ.2.5-6:
κατὰ δὲ τὴν ἔσοδον μάλιστα τὴν ἐς Πλάταιαν τάφοι τῶν πρὸς Μήδους μαχεσαμένων εἰσί. τοῖς μὲν οὗν λοιποῖς ἐστιν Ἕλλησι μνῆμα κοινόν· Λακεδαιμονίων δὲ καὶ Ἀθηναίων τοῖς πεσοῦσιν ἰδίᾳ τέ εἰσιν οἱ τάφοι καὶ ἐλεγεῖά ἐστι Σιμωνίδου γεγραμμένα ἐπ' αὐτοῖς. οὐ πόρρω δὲ ἀπὸ τοῦ κοινοῦ τῶν Ἑλλήνων Διός ἐστιν Ἐλευθερίου βωμὸς **τοῦτον μὲν δὴ χαλκοῦ, τοῦ Διὸς δὲ τόν τε βωμὸν καὶ τὸ ἄγαλμα ἐποίησεν λευκοῦ λίθου. ἄγουσι δὲ καὶ νῦν ἔτι ἀγῶν διὰ ἔτους πέμπτου τὰ [δὲ] Ἐλευθέρια, ἐν ᾦ μέγιστα γέρα πρόκειται δρόμου· θέουσι δὲ ὡπλισμένοι πρὸ τοῦ βωμοῦ. τρόπαιον δέ, ὃ τῆς μάχης τῆς Παλαταιᾶσιν ἀνέθεσαν οἱ Ἕλληνες, πεντεκαίδεκα σταδίοις μάλιστα ἕστηκεν ἀπωτέρω τῆς πόλεως.
2. Προκόπιος, Περί κτισμάτων IV.2.24:
Ἀθήνησι καί Πλαταιᾶσι κἄν τοῖς ἐπί Βοιωτίας χωρίοις χρόνον μέν μήκει πεπονηκότες , ἐπιμελησαμένου δε αὐτῶν οὐδενός τῶν πάντων ἀνθρώπων
3. Αναθηματική επιγραφή από τις Πλαταιές (πρώιμοι ρωμαϊκοί χρόνοι, IG VII. 1667):
ἀγαθῆι τύχηι.
ἐπὶ ἱερέως τοῦ Διὸ[ς]
τοῦ Ἐλευθερίου Ἀπο[λλο]-
δώρου τοῦ Στρατοκλέ[ους]
καὶ πυρφόρου Λυσίππου [τοῦ] (5)
Ἀριστίωνος ἀγωνο[θε]-
τοῦντος τὸ δεύτ[ερον]
Ἀριστίωνος
τοῦ Στρατοκλέους,
ἐνείκων· σαλπιστ[ής] (10)
Ἀρτέμων Μενίππου Μυλασ[εύς]
κῆρυξ
[Λ]έ̣ων Φιλώτου Μυλασ[εύς].
4. Επιτύμβια επιγραφή της Σκεπτιανής (4ος αι. μ.Χ., IG VII. 1686):
τῆσδε πάτρης τάφος ὅσδε φιλόξενον ἐντὸς ἐέργι
χρυσῆν Σκεπτιανήν, κρίσσονα Ἀλκινόου #⁵⁶
μὴ λάθῃς μογέων, εἴπερ ἀνῦξε χρία κατεπίγει,
ἀλλ’ ἔνπρο[σθ]εν ἄνυ̣ξον, ὅθεν θύρα σήματι τῷδε.