Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Βοιωτία ΙΔΡΥΜΑ ΜΕΙΖΟΝΟΣ ΕΛΛΗΝΙΣΜΟΥ
Main Image
 
 

Θεματικός Κατάλογος

empty
empty
 

Το έργο

empty
empty
arrow

Σύντομη Περιγραφή

arrow

Μεθοδολογία

arrow

Συντελεστές

 
 

Θίσβη (Αρχαιότητα)

      Θίσβη (Αρχαιότητα) (6/4/2011 v.1) Thisbe (Antiquity) (6/4/2011 v.1)
line

Συγγραφή : Οικονόμου Δήμητρα (29/11/2011)

Για παραπομπή: Οικονόμου Δήμητρα, «Θίσβη (Αρχαιότητα)», 2011,
Εγκυκλοπαίδεια Μείζονος Ελληνισμού, Βοιωτία

URL: <http://www.ehw.gr/l.aspx?id=13042>

 
 
IG VII 2225: Επιγραφή του 170 π.Χ. από τη Θίσβη με την οποία εγκρίνεται η τείχιση της πόλης

A.1
Κόϊντος Μαίνιος Τίτου υἱὸς στρατηγὸς τῆι συνκλή-
τωι συνεβουλεύσατο ἐν κομετίωι πρὸ ἡμερ-
[ῶ]ν ἑπτὰ Εἰδυῶν Ὀκτωμβρίων. γραφομένωι
παρῆσαν Μάνιος Ἀκίλιος Μανίου υἱ<ὸς> Ὀλτε[ι]-
5
[νί]α, Τίτος Νομίσιος Τίτου υἱός. περὶ ὧν Θισ-
[β]εῖς λόγους ἐποιήσαντο περὶ τῶν καθ’ αὑ-
[τ]οὺς πραγμάτων, οἵτινες ἐν τῆι φιλίαι τῆι
ἡμετέραι ἐνέμειναν, ὅπως αὐτοῖς δοθῶσιν,
[ο]ἷς τὰ καθ’ αὑτοὺς πράγματα ἐξηγήσωνται, περὶ τού-
10
του τοῦ πράγματος οὕτως ἔδοξεν· ὅπως Κόϊντος
Μαίνιος στρατηγὸς τῶν ἐκ τῆς συνκλήτου vacat
[π]έντε ἀποτάξηι, οἳ ἂν αὐτῶι ἐκ τῶν δημοσίων πρα-
[γ]μ̣άτων καὶ τῆς ἰδίας πίστεως φαίνωνται· ἔδοξε.

B.14
προτέραι Εἰδυῶν Ὀκτωμβρίων. γραφομένωι παρῆ-
15
σαν Πόπλιος Μούκιος Κοΐντου υἱός, Μάαρκος Κλαύ-
διος Μαάρκου υἱός, Μάνιος Σέργιος Μανίου υἱός.
(I) ὡσαύτως περὶ ὧν οἱ αὐτοὶ λόγους ἐποιήσαντο περὶ χώρας
[κ]αὶ περὶ λιμένων καὶ προσόδων καὶ περὶ ὀρέων· ἃ αὐτῶν ἐγε-
γ̣όνεισαν, ταῦτα ἡμ[ῶ]ν μὲν ἕνεκεν ἔχειν ἐξεῖναι ἔδο-
20
ξεν. περὶ ἀρχῶν καὶ περὶ ἱερῶν καὶ προσόδων, ὅπως αὐτοὶ
[κ]υριεύωσι, περὶ τούτου τοῦ πράγματος οὕτως ἔδοξεν·
οἵτινες εἰς τὴν φιλίαν τὴν ἡμετέραν <παρεγένοντο> πρὸ τοῦ ἢ Γάϊος Λοκρέ-
τιος τὸ στρατόπεδον πρὸς τὴν πόλιν Θίσβας προσήγα-
γεν, ὅπως οὗτοι ἔτη δέκα τ[ὰ] ἔγγιστα κυριεύωσιν. ἔδοξ[εν].
25
περὶ χώρας οἰκιῶν καὶ τῶν ὑπαρχόντων αὐτοῖς· οὗ ποτέ
τι αὐτῶν γέγονεν, ὅπως [τὰ] ἑαυτῶν αὐτοῖς ἔχειν ἐξῆι,
ἔδοξεν. (II) ὡσαύτως περὶ ὧν οἱ αὐτοὶ λόγους ἐποιήσαντο, ὅπω[ς]
οἱ αὐτόμολοι οἱ ἴδιοι ἐκεῖ φυγάδες ὄντες τὴν ἄκραν αὐτοῖς ὅπως
τειχίσαι ἐξῆι καὶ ἐκεῖ [κατ]οικῶσιν οὗτοι, καθότι ἐνεφάνισαν, οὕ-
30
τως ἔδοξεν· ὅπως ἐκεῖ κατοικῶσιν καὶ τοῦτο τειχίσωσιν· ἔδο-
ξεν. τὴν πόλιν τειχίσαι οὐκ ἔδοξεν. (III) ὡσαύτως περὶ ὧν οἱ αὐτοὶ
λόγους ἐποιήσαντο, χρυσίον, ὃ συνήνεγκαν εἰς στέφανον, ὅ-
πως εἰς τὸ Καπετώλιον στέφανον κατασκευάσωσιν· τούτοις, καθ-
[ότι] ἐνεφάνισαν, ὅπως αὐτοῖς ἀποδοθῇ, ὅ[πω]ς τοῦτον τὸν στέφανον εἰς
35
[τὸ] Καπετώλιον κατασκευάσωσιν, οὕτως ἀποδοῦναι ἔδοξεν. (IV) ὡσαύ-
[τ]ως περὶ ὧν οἱ αὐτοὶ λόγους ἐποιήσαντο, ἀνθρώπους, οἵτινες ὑπενα[ν]-
[τί]α τοῖς δημοσίοις πράγμασι τοῖς ἡμετέροις καὶ τοῖς ἑαυτῶν εἰσιν,
[ὅπ]ως οὗτοι κατέχωνται· περὶ τούτου τοῦ πράγματος, καθὼς ἂν Κοΐν-
[τωι] Μαινίωι στρατηγῶι ἐκ τῶν δημοσίων πραγμάτων καὶ τῆς ἰδίας πί-
40
[σ]τεως δοκῇ, οὕτως ποιεῖν ἔδοξεν. οἵτινες εἰς ἄλλας πόλεις ἀ-
πήλθοσαν καὶ οὐχὶ πρὸς τὸν παρ’ ἡμῶν στρατηγὸν παρεγένοντο, ὅπως
μὴ εἰς τάξιν καταπορεύωνται· περὶ τούτου τοῦ πράγματος πρὸς Αὖλον
[Ὁ]στίλιον ὕπατον γράμματα ἀποστεῖλαι ἔδοξεν, ὅπως περὶ τούτου τῆι δι-
[αν]οίαι προσέχηι, καθὼς ἂν αὐτῶι ἐκ τῶν δημοσίων πραγμάτων καὶ
45
[τ]ῆς ἰδίας πίστεως φαίνηται· ἔδοξεν.
(V) ὡσαύτως περὶ ὧν οἱ αὐτοὶ λόγους ἐποιήσαντο περ[ὶ]
[τ]ῶν δικῶν Ξενοπιθίδος [καὶ] Μνασίδος, ὅπως ἐκ Χαλκίδος ἀφεθῶσι,
καὶ Δαμοκρίτα Διονυσίου ἐχ Θηβῶν <κατὰ τ>αὐτά, περὶ τούτ<ου τοῦ πράγματος αὐτὰς ἐκ τούτ>ων τῶν πόλε-
ων ἀφεῖναι ἔδοξεν, καὶ ὅπως εἰς Θίσβας μὴ κατέλθωσιν· ἔδοξεν.
50
(VI) [ὡ]σαύτως περὶ οὗ ταύτας τὰς γυναῖκας ὑδρίας σὺν ἀργυρίω[ι]
[ὡ]ς τὸν στρατηγὸν ἐνενκεῖν εἴπασαν, περὶ τούτου τοῦ πράγ[μα]-
[το]ς [ὕ]<σ>τερον ἔναντι Γαΐου Λοκρετίου βουλεύσασθαι ἔδοξεν.
(VII) ὡσαύτως περὶ ὧν οἱ αὐτοὶ Θισβεῖς ἐνεφάνισαν περὶ σίτου καὶ ἐλ[αί]-
ου ἑαυτοῖς κοινωνίαν πρὸς Γναῖον Πανδοσῖνον γεγονέναι, περὶ τού-
55
του τοῦ πράγματος, <ἐ>ὰν κριτὰς λαβεῖν βούλωνται, τούτοις κριτὰς δοῦ̣-
ναι ἔδοξεν. (VIII) ὡσαύτως περὶ ὧν οἱ αὐτοὶ λόγους ἐποιήσαντο περὶ τοῦ
γράμματα δοῦναι Θισβεῦσιν εἰς Αἰτωλίαν καὶ Φωκίδα· περὶ τούτου
τοῦ πράγματος Θισβεῦσι καὶ Κορωνεῦσιν εἰς Αἰτωλίαν καὶ Φωκί-
δα καὶ ἐάν που εἰς ἄλλας πόλεις βούλωνται γράμματα φιλάν-
60
θρωπα δοῦναι ἔδοξεν.
 

Κεφάλαια

empty
empty

Δελτίο λήμματος

 

Φωτοθήκη

empty
empty
 
 
empty
emptyemptyempty
empty press image to open photo library empty
empty
empty
 Άνοιγμα Φωτοθήκης 
 
 

Βοηθήματα Λήμματος

empty
empty
 
 
  KTP   ESPA   MNEC   INFOSOC   EU