1. Τα επιγράμματα στο ψηφιδωτό των Μηνών:
α. ΠΟΛΛΗΣ ΜΕΤΕΙΧΟΝ ΑΠΡΕΠΟΥΣ ΘΕΑΣ /ΑΛΛΑ ΜΕ Ο ΣΕΜΝΟΣ ΚΑΙ ΣΟΦΟΣ ΔΙΔΑΣΚΑΛΟΣ
ΤΗΣ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ ΚΟΣΤΑΝΤΙΝΟΣ /ΕΔΙΞΕΝ ΟΥΤΟ ΠΕΡΙΦΑΝΩΣ ΗΣΚ(ΗΜ)ΕΝΟΝ β. ...............ΑΤΟ ΜΟΡΦΗΝ /..........ΜΟΝΟΝ ΟΥΔ' ΑΓΕ ΓΗΡΑΣ
...ΧΝΗ ΠΑΝΤΑ ΤΕΛΕΣΣΕΝ ΑΠΕΡ ΝΑΟΣ ΕΝΘΕΤΟ ΧΕΙΡ.
γ. ΔΗΜΗΤΡΙΟΣ ΕΠΙΦΑΝΗΣ ΤΕ ΤΟ ΜΟΥΣΙΟΝ ΠΟΕΙ /ΔΗΜΗΤΡΙΟΣ ΜΕΝ ΕΝΝΟΗΣΑΣ ΤΗΝ ΓΡΑΦΗΝ
ΤΑΥΤΗΣ Δ΄ ΥΠΟΥΡΓΟΣ ΕΠΙΦΑΝΗΣ ΕΥΝΟΥΣΤΑΤ(ΟΣ) /ΠΑΥΛΟΣ ΔΕ ΠΑΝΤΩΝ ΑΙΤΙΟΣ ΤΩΝ ΕΥΠΡΕΠ(ΩΝ)
ΙΕΡΕΥΣ ΤΕ ΚΑΙ ΘΕΙΩΝ ΛΟΓΩΝ ΔΙΔΑΣΚΑΛ(ΟΣ).
Foschia, L., Corpus des inscriptions protobyzantines de Béotie (IVe-VIe siècle), (mémoire de l’Ecole Française d’Athènes, 2004, υπό έκδ.), αρ. 23-25.
2. Τα τρία επιγράμματα στη σαρκοφάγο της εκκλησίας του Αγίου Λουκά στη Θήβα:
α. Στη νότια όψη:
Σκῆνος μὲν γενετῆρες ἐπεὶ γέρας ἐστὶ θανοῦσι,
τειμώντες κλαίεσκον ἀναισθήτω περὶ τύμβῳ
ψυχῇ δ’ ἐς τὸ δίκαιον ἔβη· ἦν δ’ οὔνομα τοὖμὸν
Νήδυμος, Ἰταλικῆς Ἀδάης παῖς ἥμερος ὄντως,
οὔκ ἤμην ἔμπροσθε πολὺν χρόνον, εἶτ’ ἐγενήθην
εἰς ολίγων ἐτέων ἐναρίθμιος· ἄστατος αἰών,
οὐκ ἀνέδραστον ἔχων ἴδιον δρόμον· ἧς δ’ ἔλαχέν τις
μοίρης, ταύτην ἐκτελέσει· καὶ γὰρ καὶ βασιλῆες,
ταῦτ’ ἐπέγραψε πατὴρ ὁ Ζώσιμος, εἵνεκ’ ἐμεῖο
ἀΐμνηστον ἔχων ψυχῆς πόθον ἀθανάτοιο.
β. στο άνω μέρος της βόρειας όψης:
Μαρμαρέη λίθος (ε)ἰμί, φέρω δ’ ἐν γαστέρι φῶτα
Νήδυμον ὕπνον ἔχοντα κα[λὸν φθι]μένοις τε παρόντα
ὅν δῆμος χρυσῷ στεφάνῳ [κόσμησ’ ἐπὶ τ]ιμῇ.
βουλὴ ταὐτὸν ἔπραξε παρη[γορίην υἱ]οῖ[ο]·
κεῖται σώμα λέοντος ἀ[ρηϊφίλῳ ἐπὶ φωτὶ].
Ζώσιμος υἱὸς ἔγραψε, τὸ γὰρ γέ[ρας ἐστι θανόντων],
ἔμπνουν φθεγγομένην ἀδεῶς --^ σιδήρῳ.
ὅστις δ’ ἄν τολμᾷ θέσθαι νέκυν εἰς ἔμὲ νηδύν
χωρὶς τοῦ παιδὸς πατέρος, οὗ ἔχω κατὰ γαστρός,
δώσει τῇ πόλει καὶ τῷ ταμείῳ ἀν[α]μύρια.
γ. στο κάτω μέρος της βόρειας όψης:
Πλήρης ὁ φόρτος ἐστί μοι· καλῶς ἔχει.
κεῖται γὰρ νηδὺν εἰς ἐμὴν ὁ Νήδυμος
καὶ τοῦδε παδὸς παῖς γεγὼς ὁ Νήδυμος,
τρίτος δὲ παιδὸς νῦν πατὴρ ὁ Ζώσιμος.
μῦσιν θεῶν τις μοι δότω καὶ σύνφυσιν·
ἤν γὰρ θίγῃ τις εἰς ἄνοιξιν τὴν ἐμήν,
μητ’ ἐλπίδων ὄναιτο, μὴ τέκνων σπορᾶ[ς],
ἀλλ' ἐγ γένους ὄλοιτο πάνρειζον γένος.
IG VII: Inscriptiones Graecae VII: Inscriptiones Megaridis, Oropiae et Boeotiae, επιμ. W. Dittenberger (Berlin 1892), αρ. 2543-2545.